tonalidad: Dm (forma de los acordes en la tonalidad de Em )
Afinación:
D G C F A D
Em D C Em
τίς ὅντιν᾽ ἁ θεσπιέπεια Δελφὶς εἶπε πέτρα
Em D C D
ἄρρητ᾽ ἀρρήτων τελέσαντα φοινίαισι χερσίν
D C
ὥρα νιν ἀελλάδων
C Em
ἵππων σθεναρώτερον
Em D
φυγᾷ πόδα νωμᾶν
D C Em D
ἔνοπλος γὰρ ἐπ᾽ αὐτὸν ἐπενθρῴσκει
C Em
πυρὶ καὶ στεροπαῖς ὁ Διὸς γενέτας
D
δειναὶ δ᾽ ἅμ᾽ ἕπονται
Em
κῆρες ἀναπλάκητοι
Em D C Em
ἔλαμψε γὰρ τοῦ νιφόεντος ἀρτίως φανεῖσα
D C D
φάμα Παρνασοῦ τὸν ἄδηλον ἄνδρα πάντ᾽ ἰχνεύειν
D C
φοιτᾷ γὰρ ὑπ᾽ ἀγρίαν
Em
ὕλαν ἀνά τ᾽ ἄντρα καὶ
D
πέτρας ἰσόταυρος
C Em
μέλεος μελέῳ ποδὶ χηρεύων
D C Em
τὰ μεσόμφαλα γᾶς ἀπονοσφίζων
D
μαντεῖα: τὰ δ᾽ ἀεὶ
Em
ζῶντα περιποτᾶται