Ἁγνὴ Παρθένε Δέσποινα, ἄχραντε Θεοτόκε
Χαῖρε νύμφη ἀνύμφευτε
Παρθένε μήτηρ ἄνασσα, πανένδροσέ τε πόκε
Χαῖρε νύμφη ἀνύμφευτε
Ὑψηλοτέρα οὐρανῶν ἀκτίνων λαμπροτέρα
Χαῖρε νύμφη ἀνύμφευτε
Χαρὰ παρθενικῶν χορῶν ἀγγέλων ὑπερτέρα
Χαῖρε νύμφη ἀνύμφευτε
Ἐκλαμπροτέρα οὐρανῶν, φωτὸς καθαρωτέρα
Χαῖρε νύμφη ἀνύμφευτε
Τῶν οὐρανίων στρατιῶν, πασῶν ἁγιωτέρα
Χαῖρε νύμφη ἀνύμφευτε
Μαρία ἀειπάρθενε κόσμου παντὸς Κυρία
Χαῖρε νύμφη ἀνύμφευτε
Ἄχραντε νύμφη πάναγνε, Δέσποινα Παναγία
Χαῖρε νύμφη ἀνύμφευτε
Μαρία νύμφη ἄνασσα, χαρᾶς ἡμῶν αἰτία
Χαῖρε νύμφη ἀνύμφευτε
Τιμιωτέρα Χερουβείμ, ὑπερενδοξοτέρα
Χαῖρε νύμφη ἀνύμφευτε
Τῶν ἀσωμάτων Σεραφείμ, τῶν θρόνων ὑπερτέρα
Χαῖρε νύμφη ἀνύμφευτε
Σὲ ἱκετεύω Δέσποινα, σὲ νῦν ἐπικαλοῦμαι
Χαῖρε νύμφη ἀνύμφευτε
Σὲ δυσωπῶ Παντάνασσα, σὴν χάριν ἐξαιτοῦμαι
Χαῖρε νύμφη ἀνύμφευτε
Κόρη σεμνὴ καὶ ἄσπιλε, Δέσποινα Παναγία
Χαῖρε νύμφη ἀνύμφευτε
Θερμώς επικαλούμαι Σε, Ναέ ηγιασμένε
Χαῖρε νύμφη ἀνύμφευτε
Ἀντιλαβοῦ μου, ρῦσαί με ἀπὸ τοῦ πολεμίου
Χαῖρε νύμφη ἀνύμφευτε
Καὶ κληρονόμον δεῖξόν με ζωῆς τῆς αἰωνίου
Χαῖρε νύμφη ἀνύμφευτε